Add parallel Print Page Options

22 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.

Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν [a]καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς [b]αὐτοῖς παραδῷ αὐτόν. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν [c]ἄτερ ὄχλου αὐτοῖς.

Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [d]ᾗ ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις [e]ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [f]εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς [g]εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ [h]οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν [i]ὅτι οὐ μὴ φάγω [j]αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε [k]εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, [l]οὐ μὴ πίω ἀπὸ τοῦ [m]νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως [n]οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [o][τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 [p]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 [q]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου [r]κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [s]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [t]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [u]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [v]ἐν τῇ βασιλείᾳ μου, καὶ [w]καθήσεσθε ἐπὶ θρόνων [x]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

31 [y]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [z]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [aa]φωνήσει σήμερον ἀλέκτωρ [ab]ἕως τρίς [ac]με ἀπαρνήσῃ εἰδέναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:3 καλούμενον WH Treg NIV ] ἐπικαλούμενον RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NIV ] αὐτὸν παραδῷ αὐτοῖς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἄτερ ὄχλου RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7 WH Treg NIV ] ἐν ᾗ RP NA
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:9 ἑτοιμάσωμεν WH Treg NIV ] ἑτοιμάσομεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:10 εἰς ἣν WH Treg NIV ] οὗ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:13 εἰρήκει WH Treg NIV ] εἴρηκεν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14 οἱ WH Treg NIV ] + δώδεκα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 ὅτι WH NIV ] + οὐκέτι Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 αὐτὸ WH Treg NIV ] ἐξ αὐτοῦ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:17 εἰς ἑαυτούς WH Treg NIV ] ἑαυτοῖς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὗ WH Treg NIV ] ὅτου RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:19 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NIV RP ] [[WH]]
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:20 καὶ τὸ ποτήριον ὡσαύτως Treg NIV [[WH]] ] ὡσαύτως καὶ τὸ ποτήριον RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NIV ] καὶ ὁ μὲν υἱὸς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NIV ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP